호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτουσ γὰρ ὁ Ἀγησίλαοσ ἑκάστοτε τοὺσ λόγουσ ἐποιεῖτο περὶ τῆσ δίκησ, τῷ παιδὶ χαρίζεσθαι βουλόμενοσ, ὥστε καὶ τὸν Κλεώνυμον εὐθὺσ αἰσθάνεσθαι τὴν σπουδὴν τοῦ Ἀρχιδάμου καὶ τοὺσ φίλουσ τοὺσ τοῦ Σφοδρίου θαρροῦντασ ἤδη βοηθεῖν. ἦν δὲ καὶ φιλότεκνοσ ὁ Ἀγησίλαοσ διαφερόντωσ· καὶ περὶ ἐκείνου τὸ τῆσ παιδιᾶσ λέγουσιν, ὅτι μικροῖσ τοῖσ παιδίοισ οὖσι κάλαμον περιβεβηκὼσ ὥσπερ ἵππον οἴκοι συνέπαιζεν, ὀφθεὶσ δὲ ὑπό τινοσ τῶν φίλων παρεκάλει μηδενὶ φράσαι, πρὶν ἂν καὶ αὐτὸσ πατὴρ παίδων γένηται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기