- 텍스트

Plutarch, Agesilaus, chapter 24

(플루타르코스, Agesilaus, chapter 24)

ἦν μὲν οὖν εὐθὺς ἐκ τούτων ὑπόνοια Φοιβίδου μὲν ἔργον εἶναι, βούλευμα δὲ Ἀγησιλάου τὸ πεπραγμένον:? αἱ δὲ ὕστερον πράξεις ὁμολογουμένην ἐποίησαν τὴν αἰτίαν. ὡς γὰρ ἐξέβαλον οἱ Θηβαῖοι τὴν φρουρὰν καί τὴν πόλιν ἠλευθέρωσαν, ἐγκαλῶν αὐτοῖς ὅτι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδαν ἀπεκτόνεσαν, ἔργῳ μὲν τυράννους, λόγῳ δὲ πολεμάρχους ὄντας, ἐξήνεγκε πόλεμον πρὸς αὐτούς. καὶ Κλεόμβροτος ἤδη βασιλεύων Ἀγησιπόλιδος τεθνηκότος, εἰς Βοιωτίαν ἐπέμφθη μετὰ δυνάμεως:

ὁ γὰρ Ἀγησίλαος, ὡς ἔτη τεσσαράκοντα γεγονὼς ἀφ ἥβης καί στρατείας ἔχων ἄφεσιν ὑπὸ τῶν νόμων, ἔφυγε τὴν στρατηγίαν ἐκείνην, αἰσχυνόμενος εἰ Φλιασίοις ὀλίγον ἔμπροσθεν ὑπὲρ φυγάδων πεπολεμηκώς, αὖθις ὀφθήσεται Θηβαίους κακῶς ποιῶν διὰ τοὺς τυράννους. ἦν δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ Ἀγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδ ἀφιλότιμος ἀνήρ, ἀεὶ δ :

ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός, οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καί τὸν Φοιβίδαν νομίζων ἔνδοξον γεγονέναι καί περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καί λαμπρότερον εἰ τὸν Πειραιᾶ καταλάβοι δι ἑαυτοῦ καί τῶν Ἀθηναίων ἀφέλοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως ἐπελθών. λέγουσι δὲ τοῦτο μηχάνημα γενέσθαι τῶν περὶ Πελοπίδαν καί Μέλωνα βοιωταρχῶν.

ὑπέπεμψαν γὰρ ἀνθρώπους λακωνίζειν προσποιουμένους, οἳ τὸν Σφοδρίαν ἐπαινοῦντες καί μεγαλύνοντες ὡς ἔργου τηλικούτου μόνον ἄξιον, ἐπῆραν καί παρώρμησεν ἀνελέσθαι πρᾶξιν ἄδικον μὲν ὁμοίως ἐκείνῃ καί παράνομον, τόλμης δὲ καί τύχης ἐνδεᾶ γενομένην. ἡμέρα γὰρ αὐτὸν ἐν τῷ Θριασίῳ πεδίῳ κατέλαβε καί κατέλαμψεν ἐλπίσαντα νυκτὸς προσμίξειν τῷ Πειραιεῖ:

καί φῶς ἀφ ἱερῶν τινων Ἐλευσινόθεν ἰδόντας λέγουσι φρῖξαι καί περιφόβους γενέσθαι τοὺς στρατιώτας. αὐτὸς δὲ τοῦ θράσους ἐξέπεσεν, ὡς οὐκέτι λαθεῖν ἦν, καί τινα βραχεῖαν ἁρπαγὴν θέμενος αἰσχρῶς ἀνεχώρησε καί ἀδόξως εἰς τὰς Θεσπιάς. ἐκ δὲ τούτου κατήγοροι μὲν ἐπέμφθησαν εἰς Σπάρτην ἐξ Ἀθηνῶν, εὑρ῀ον δὲ κατηγορίας μηδὲν ἐπὶ τὸν Σφοδρίαν δεομένους τοὺς ἄρχοντας, ἀλλὰ θανάτου κρίσιν αὐτῷ προειρηκότας, ἣν ἐκεῖνος ὑπομένειν ἀπέγνω, φοβούμενος τὴν ὀργὴν τῶν πολιτῶν αἰσχυνομένων τοὺς Ἀθηναίους καί βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION