호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου χαριζόμενος τοῖς Ἀχαιοῖς διέβαινεν εἰς Ἀκαρνανίαν στρατιᾷ μετ αὐτῶν, καὶ πολλὴν μὲν ἠλάσατο λείαν, μάχῃ δὲ τοὺς Ἀκαρνᾶνας ἐνίκησε.? δεομένων δὲ τῶν Ἀχαιῶν ὅπως τὸν χειμῶνα παραμείνας ἀφέληται τὸν σπόρον τῶν πολεμίων, τοὐναντίον ἔφη ποιήσειν: μᾶλλον γὰρ φοβηθήσεσθαι τὸν πόλεμον αὐτούς, ἐὰν ἐσπαρμένην τήν γῆν εἰς ὡρ´ας ἔχωσιν ὃ καὶ συνέβη, παραγγελλομένης γὰρ αὖθις ἐπ αὐτοὺς στρατείας διηλλάγησαν τοῖς Ἀχαιοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기