호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέγιστον οὖν δυνάμενος ἐν τῇ πόλει διαπράττεται Τελευτίαν τὸν ὁμομήτριον ἀδελφὸν ἐπὶ τοῦ ναυτικοῦ γενέσθαι, καί στρατευσάμενος εἰς Κόρινθον αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη, ταῖς δὲ ναυσὶν ὁ Τελευτίας Ἀργείων δὲ τὴν Κόρινθον ἐχόντων τότε καί τὰ Ἴσθμια συντελούντων, ἐπιφανεὶς ἐκείνους μὲν ἐξήλασεν ἄρτι τῷ θεῷ τεθυκότας, τὴν παρα σκευὴν ἅπασαν ἀπολιπόντας:? ἐπεὶ δὲ τῶν Κορινθίων ὅσοι φυγάδες ἔτυχον παρόντες ἐδεήθησαν αὐτοῦ τὸν ἀγῶνα διαθεῖναι, τοῦτο μὲν Οὐκ ἐποίησεν, αὐτῶν δὲ ἐκείνων διατιθέντων καί συντελούντων παρέμεινε καί παρέσχεν ἀσφάλειαν.
ὕστερον δὲ ἀπελθόντος αὐτοῦ πάλιν ὑπ Ἀργείων ἤχθη τὰ Ἴσθμια, καί τινες μὲν ἐνίκησαν πάλιν, εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν. ἐπὶ τούτῳ δὲ πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους ὁ Ἀγησίλαος, εἰ σεμνὸν οὕτω καί μέγα τὴν ἀγωνοθεσίαν ἡγούμενοι μάχεσθαι περὶ αὐτῆς Οὐκ ἐτόλμησαν.
αὐτὸς δὲ πρὸς ταῦτα πάντα μετρίως ᾤετο δεῖν ἔχειν, καί τοὺς μὲν οἴκοι χοροὺς καί ἀγῶνας ἐπεκόσμει καί συμπαρῆν ἀεὶ φιλοτιμίας καί σπουδῆς μεστὸς ὢν καί οὔτε παίδων οὔτε παρθένων ἁμίλλης ἀπολειπόμενος, ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καί δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καί προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφροσύνης, τέλος δὲ εἶπεν:
"οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ· "ἀλλὰ οὐ σύγε ἐσσὶ Καλλιππίδας ὁ δεικηλίκτας· οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι. "αὐτᾶς ἄκουκα.
τοῦ δὲ ἰατροῦ Μενεκράτους, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ καί δὴ καί πρὸς ἐκεῖνον ἐπιστεῖλαι τολμήσαντος οὕτως: ἀντέγραψε: "βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기