- 텍스트

Plutarch, Agesilaus, chapter 20

(플루타르코스, Agesilaus, chapter 20)

οὐ μὴν ἀλλὰ ὁρῶν ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναι τινας καὶ μέγα φρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἁρ´μα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς, ἀλλὰ πλούτου καὶ δαπάνης ἡ νίκη.? Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ ἑαυτοῦ σπουδαζόμενον ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, ὡς μαθησομένους τῶν μαθημάτων τὸ κάλλιστον, ἄρχεσθαι καὶ ἄρχειν.

τοῦ δὲ Λυσάνδρου τετελευτηκότος εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὡρ´μησεν αὐτὸν ἐξελέγχειν οἱο῀ς ἦν ζῶν πολίτης: καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν.

τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἔβλαπτε, διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεί στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν, ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας, εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος, οἰκείους ἐκ διαφόρων ἐποιεῖτο καὶ μεθίστη πρὸς αὑτόν, ὥστε μηθένα ἀντίπαλον εἶναι, ὁ γὰρ ἕτερος βασιλεὺς Ἀγησίπολις, ἅτε δὴ πατρὸς μὲν ὢν φυγάδος, ἡλικίᾳ δὲ παντάπασι μειράκιον, φύσει.

δὲ πρᾷος καὶ κόσμιος, οὐ πολλὰ τῶν πολιτικῶν ἔπραττεν.

οὐ μὴν ἀλλὰ καὶ τοῦτον ἐποιεῖτο χειροήθη. συσσιτοῦσι γὰρ οἱ βασιλεῖς εἰς τὸ αὐτὸ φοιτῶντες φιδίτιον, ὅταν ἐπιδημῶσιν. εἰδὼς οὖν ἔνοχον ὄντα τοῖς ἐρωτικοῖς τὸν Ἀγησίπολιν, ὥσπερ ἦν αὐτός, ἀεί τινος ὑπῆρχε λόγου περὶ τῶν ἐν ὡρ´ᾳ:

καὶ προῆγε τὸν νεανίσκον εἰς ταὐτὸ καὶ συνήρα καὶ συνέπραττε, τῶν Λακωνικῶν ἐρώτων οὐδὲν αἰσχρόν, αἰδῶ δὲ πολλὴν καὶ φιλοτιμίαν καὶ ζῆλον ἀρετῆς ἐχόντων, ὡς ἐν τοῖς περὶ Λυκούργου γέγραπται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION