호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν οὖν Ξενοφῶν ὄνομα τῆσ Ἀγησιλάου θυγατρὸσ οὐ γέγραφε, καὶ ὁ Δικαίαρχοσ ἐπηγανάκτησεν ὡσ μήτε τήν Ἀγησιλάου θυγατέρα μήτε τήν Ἐπαμινώνδου μητέρα γινωσκόντων ἡμῶν ἡμεῖσ δὲ εὑρ́ομεν ἐν ταῖσ Λακωνικαῖσ ἀναγραφαῖσ ὀνομαζομένην γυναῖκα μὲν Ἀγησιλάου Κλεόραν, θυγατέρασ δὲ Εὐπωλίαν καὶ Πρόαυγαν. ἔστι δὲ καὶ λόγχην ἰδεῖν αὐτοῦ κειμένην ἄχρι νῦν ἐν Λακεδαίμονι, μηδὲν τῶν ἄλλων διαφέρουσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기