호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ προϊὼν καὶ γενόμενος ἐν Κορωνείᾳ κατεῖδε τοὺς πολεμίους καὶ κατώφθη, παρετάξατο δοὺς Ὀρχομενίοις τὸ εὐώνυμον κέρας, αὐτὸς δὲ τὸ δεξιὸν ἐπῆγεν.? οἱ δὲ Θηβαῖοι τὸ μὲν δεξιὸν εἶχον αὐτοί, τὸ δὲ εὐώνυμον Ἀργεῖοι. λέγει δὲ τὴν μάχην ὁ Ξενοφῶν ἐκείνην οἱάν οὐκ ἄλλην τῶν πώποτε γενέσθαι: καὶ παρῆν αὐτὸς τῷ Ἀγησιλάῳ συναγωνιζόμενος, ἐξ Ἀσίας διαβεβηκώς. ἡ μὲν οὖν πρώτη σύρραξις οὐκ ἔσχεν ὠθισμὸν οὐδὲ ἀγῶνα πολύν, ἀλλὰ οἵ τε Θηβαῖοι ταχὺ τοὺς Ὀρχομενίους ἐτρέψαντο καὶ τοὺς Ἀργείους ὁ Ἀγησίλαος:
οἱ δὲ οὐχ ἧττον ἐρρωμένως ἐδέξαντο, καὶ μάχη γίνεται δι ὅλου μὲν ἰσχυρὰ τοῦ στρατεύματος, ἰσχυροτάτη δὲ κατ ἐκεῖνον αὐτὸν ἐν τοῖς πεντήκοντα τεταγμένον, ὧν εἰς καιρὸν ἐοίκεν ἡ φιλοτιμία τῷ βασιλεῖ γενέσθαι καὶ σωτήριος, ἀγωνιζόμενοι γὰρ ἐκθύμως καὶ προκινδυνεύοντες ἄτρωτον μὲν αὐτὸν οὐκ ἐδυνήθησαν φυλάξαι, πολλὰς δὲ διὰ τῶν ὅπλων δεξάμενον εἰς τὸ σῶμα πληγὰς δόρασι καὶ ξίφεσι μόλις ἀνήρπασαν ζῶντα, καὶ συμφράξαντες πρὸ αὐτοῦ πολλοὺς μὲν ἀνῄρουν, πολλοὶ δὲ ἔπιπτον.
ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι.
διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον, εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέψαντό γε, ἀλλ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν Ἑλικῶνα . , μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι καθ αὑτοὺς γεγονότες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기