- 텍스트

Plutarch, Agesilaus, chapter 17

(플루타르코스, Agesilaus, chapter 17)

ἐνταῦθα Διφρίδας οἴκοθεν ἔφορος ὢν ἀπήντησεν αὐτῷ κελεύων εὐθὺς ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν.? ὁ δέ, καίπερ ἀπὸ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐδὲν ᾤετο δεῖν ἀπειθεῖν τοῖς ἄρχουσιν, ἀλλὰ τοῖς τε μεθ ἑαυτοῦ προεῖπεν ἐγγὺς εἶναι τὴν ἡμέραν ἐφ ἣν ἐξ Ἀσίας ἥκουσι, καὶ δύο μόρας μετεπέμψατο τῶν περὶ Κόρινθον στρατευομένων: οἱ δὲ ἐν τῇ πόλει Λακεδαιμόνιοι τιμῶντες αὐτὸν ἐκήρυξαν τῶν νέων ἀπογράφεσθαι τὸν βουλόμενον τῷ βασιλεῖ βοηθεῖν.

ἀπογραψαμένων δὲ πάντων προθύμως, οἱ ἄρχοντες πεντήκοντα τοὺς ἀκμαιοτάτους καὶ ῥωμαλεωτάτους ἐκλέξαντες ἀπέστειλαν. ὁ δὲ Ἀγησίλαος εἴσω Πυλῶν παρελθὼν καὶ διοδεύσας τὴν Φωκίδα φίλην οὖσαν, ἐπεὶ τῆς Βοιωτίας πρῶτον ἐπέβη καὶ περὶ τὴν Χαιρώνειαν κατεστρατοπέδευσεν, ἅμα μὲν τὸν ἥλιον ἐκλείποντα καὶ γινόμενον μηνοειδῆ κατεῖδεν, ἅμα δὲ ἤκουσε τεθνάναι Πείσανδρον ἡττημένον ναυμαχίᾳ περὶ Κνίδον ὑπὸ Φαρναβάζου καὶ Κόνωνος. ἠχθέσθη μὲν οὖν, ὡς εἰκός, ἐπὶ τούτοις καὶ διὰ τὸν ἄνδρα καὶ διὰ τὴν πόλιν, ὅπως δὲ μὴ τοῖς στρατιώταις ἐπὶ μάχην βαδίζουσιν ἀθυμία καὶ φόβος ἐμπέσῃ, τἀναντία λέγειν ἐκέλευσε τοὺς ἀπὸ θαλάττης ἥκοντας, ὅτι νικῶσι τῇ ναυμαχίᾳ:

καὶ προελθὼν αὐτὸς ἐστεφανωμένος ἔθυσεν εὐαγγέλια καὶ διέπεμπε μερίδας τοῖς φίλοις ἀπὸ τῶν τεθυμένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION