호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κινουμένης δὲ τ;? ῆς· Ἀσίας καὶ πολλαχοῦ πρὸς ἀπόστασιν ὑπεικούσης, ἁρμοσάμενος τὰς αὐτόθι πόλεις, καὶ ταῖς πολιτείαις δίχα φόνου καὶ φυγῆς ἀνθρώπων ἀποδοὺς τὸν προσήκοντα κόσμον, ἐγνώκει πρόσω χωρεῖν, καὶ τὸν πόλεμον διάρας ἀπὸ τῆς Ἑλληνικῆς θαλάττης, περὶ τὸν σώματος βασιλεῖ καὶ τῆς ἐν Ἐκβατάνοις καὶ Σούσοις εὐδαιμονίας διαμάχεσθαι, καὶ περισπάσαι πρῶτον αὐτοῦ τὴν σχολήν, ὡς μὴ καθέζοιτο τοὺς πολέμους βραβεύων τοῖς Ἕλλησι καὶ διαφθείρων τοὺς δημαγωγούς, ἐν τούτῳ δὲ ἀφικνεῖται πρὸς αὐτὸν Ἐπικυδίδας ὁ Σπαρτιάτης, ἀπαγγέλλων ὅτι πολὺς περιέστηκε τὴν Σπάρτην πόλεμος Ἑλληνικός, καὶ καλοῦσιν ἐκεῖνον οἱ ἔφοροι καὶ κελεύουσι τοῖς οἴκοι βοηθεῖν. ὦ βάρβαρ ἐξευρόντες Ἕλληνες κακά:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기