호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ περιϊόντος ἐνιαυτοῦ δευτέρου τῇ στρατηγίᾳ.? πολὺς ἄνω λόγος ἐχώρει τοῦ Ἀγησιλάου, καὶ δόξα θαυμαστὴ κατεῖχε τῆς τε σωφροσύνης αὐτοῦ καὶ εὐτελείας καὶ μετριότητος, ἐσκήνου μὲν γὰρ ἀποδημῶν καθ αὑτὸν ἐν τοῖς ἁγιωτάτοις ἱεροῖς, ἃ μὴ πολλοὶ καθορῶσιν ἄνθρωποι πράττοντας ἡμᾶς, τούτων τοὺς θεοὺς ποιούμενος ἐπόπτας καὶ μάρτυρας: ἐν δὲ χιλιάσι στρατιωτῶν τοσαύταις οὐ ῥᾳδίως ἄν τις εἶδε φαυλοτέραν στιβάδα τῆς Ἀγησιλάου, πρός τε θάλπος οὕτω καὶ ψῦχος εἶχεν ὥσπερ μόνος ἀεὶ χρῆσθαι ταῖς ὑπὸ τοῦ θεοῦ κεκραμέναις ὡρ´αις πεφυκώς. ἥδιστον δὲ θέαμα τοῖς κατοικοῦσι τὴν Ἀσίαν Ἕλλησιν ἦσαν οἱ πάλαι βαρεῖς καὶ ἀφόρητοι καὶ διαρρέοντες ὑπὸ πλούτου καὶ τρυφῆς ὕπαρχοι καὶ στρατηγοὶ δεδιότες καὶ θεραπεύοντες ἄνθρωπον ἐν τρίβωνι περιϊόντα λιτῷ, καὶ πρὸς ἓν ῥῆμα βραχὺ καὶ Λακωνικὸν ἁρμόζοντες ἑαυτοὺς καὶ μετασχηματίζοντες, ὥστε πολλοῖς ἐπῄει τὰ τοῦ Τιμοθέου λέγειν, Ἄρης τύραννος: χρυσὸν δὲ Ἕλλας οὐ δέδοικε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기