호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καί τι καί τῶν ἐρωτικῶν αὐτῷ συνέπραξεν.? ἠράσθη γὰρ ἀθλητοῦ παιδὸς ἐξ Ἀθηνῶν ἐπεὶ δὲ μέγας ὢν καί σκληρὸς Ὀλυμπίασιν ἐκινδύνευσεν ἐκκριθῆναι, καταφεύγει πρὸς τὸν Ἀγησίλαον ὁ Πέρσης δεόμενος ὑπὲρ τοῦ παιδός: ὁ δὲ καί τοῦτο βουλόμενος αὐτῷ χαρίζεσθαι, μάλα μόλις διεπράξατο σὺν πολλῇ πραγματείᾳ. τἆλλα μὲν γὰρ ἦν ἀκριβὴς καί νόμιμος, ἐν δὲ τοῖς φιλικοῖς πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν δίκαιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기