호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"νῦν οὖν θεραπευέτωσαν οὗτοι ἀπιόντες τὸν ἐμὸν κρεοδαιτην.? ἀχθόμενος οὖν ὁ Λύσανδρος λέγει πρὸς αὐτόν:
"ἠίδεις ἄρα σαφῶς, Ἀγησίλαε, φίλους ἐλαττοῦν. "τοὺς ἐμοῦ μεῖζον δύνασθαι βουλομένους. "ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται. ἐκ τούτου πέμπεται μὲν ἐφ Ἑλλήσποντον, καὶ Σπιθριδάτην, ἄνδρα Πέρσην, ἀπὸ τῆς Φαρναβάζου χώρας μετὰ χρημάτων συχνῶν καὶ διακοσίων ἱππέων ἤγαγε πρὸς τὸν Ἀγησίλαον, οὐκ ἔληγε δὲ τῆς ὀργῆς, ἀλλὰ βαρέως φέρων ἤδη τὸν λοιπὸν χρόνον ἐβούλευεν ὅπως τῶν δυεῖν οἴκων τὴν βασιλείαν ἀφελόμενος εἰς μέσον ἅπασιν ἀποδοίη Σπαρτιάταις, καὶ ἐδόκει μεγάλην ἂν ἀπεργάσασθαι κίνησιν ἐκ ταύτης τῆς διαφορᾶς, εἰ μὴ πρότερον ἐτελεύτησεν εἰς Βοιωτίαν στρατεύσας.
οὕτως αἱ φιλότιμοι φύσεις ἐν ταῖς πολιτείαις, τὸ ἄγαν μὴ φυλαξάμεναι, τοῦ ἀγαθοῦ μεῖζον τὸ κακὸν ἔχουσι.
καὶ γὰρ εἰ Λύσανδρος ἦν φορτικός, ὥσπερ ἦν, ὑπερβάλλων τῇ φιλοτιμίᾳ τὸν καιρόν, οὐκ ἠγνόει δήπουθεν Ἀγησίλαος ἑτέραν ἀμεμπτοτέραν ἐπανόρθωσιν οὖσαν ἀνδρὸς ἐνδόξου καὶ φιλοτίμου πλημμελοῦντος, ἀλλ ἐοίκε ταὐτῷ πάθει μήτε ἐκεῖνος ἄρχοντος ἐξουσίαν γνῶναι μήτε οὗτος ἄγνοιαν ἐνεγκεῖν συνήθους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기