- 텍스트

Plutarch, Agesilaus, chapter 1

(플루타르코스, Agesilaus, chapter 1)

Ἀρχίδαμος ὁ Ζευξιδάμου βασιλεύσας ἐπιφανῶς Λακεδαιμονίων, κατέλιπεν υἱὸν ἐκ γυναικὸς εὐδοκίμου, Λαμπιδοῦς, Ἆγιν, καί πολὺ νεώτερον ἐξ Εὐπωλίας τῆς Μελησιππίδα θυγατρός, Ἀγησίλαον.? ἐπεὶ δὲ τῆς βασιλείας Ἄγιδι προσηκούσης κατὰ τὸν νόμον ἰδιώτης ἐδόκει βιοτεύσειν ὁ Ἀγησίλαος, ἤχθη τὴν λεγομένην ἀγωγὴν ἐν Λακεδαίμονι, σκληρὰν μὲν οὖσαν τῇ διαίτῃ καί πολύπονον, παιδεύουσαν δὲ τοὺς νέους ἄρχεσθαι. ὡς μάλιστα διὰ τῶν ἐθῶν τοὺς πολίτας τοῖς νόμοις πειθηνίους καὶ χειροήθεις ποιοῦσαν, ὥσπερ ἵππους εὐθὺς ἐξ ἀρχῆς δαμαζομένους, ταύτης ἀφίησιν ὁ νόμος τῆς ἀνάγκης τοὺς ἐπὶ βασιλείᾳ τρεφομένους παῖδας.

Ἀγησιλάῳ δὲ καί τοῦτο ὑπῆρξεν ἴδιον, ἐλθεῖν ἐπὶ τὸ ἄρχειν μὴ ἀπαίδευτον τοῦ ἄρχεσθαι.

διὸ καί πολὺ τῶν βασιλέων εὐαρμοστότατον αὑτὸν τοῖς ὑπηκόοις παρέσχε, τῷ φύσει ἡγεμονικῷ καί βασιλικῷ προσκτησάμενος ἀπὸ τῆς ἀγωγῆς τὸ δημοτικὸν καί φιλάνθρωπον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION