- 텍스트

Plato, Epistles, Letter 13 19:

(플라톤, Epistles, Letter 13 19:)

τὸ δὴ μετὰ ταῦτα λέγω περὶ τῶν σῶν αὖ χρημάτων τῶν Ἀθήνησιν τῆς ἀναλώσεως, ὅτι πρῶτον μὲν ἐάν τι δέῃ ἐμὲ ἀναλίσκειν εἰς χορηγίαν ἤ τι τοιοῦτον, οὐκ ἔστι σοι ξένος οὐδεὶς ὅστις δώσει, ὡς ᾠόμεθα, ἔπει<τα> καὶ ἄν τι σοὶ αὐτῷ διαφέρῃ μέγα, ὥστε ἀναλωθὲν μὲν ἤδη ὀνῆσαι, μὴ ἀναλωθὲν δὲ ἀλλ ἐγχρονισθὲν ἑώς ἄν τις παρὰ σοῦ ἔλθῃ, βλάψαι, πρὸς τῷ χαλεπῷ τὸ τοιοῦτόν σοί ἐστιν καὶ αἰσχρόν.? ἐγὼ γὰρ δὴ ταῦτά γε ἐξήτασα, παρ Ἀνδρομήδη τὸν Αἰγινήτην πέμψας Ἔραστον, παρ οὗ ἐκέλευες τοῦ ὑμετέρου ξένου, εἴ τι δεοίμην, λαμβάνειν, βουλόμενος καὶ ἄλλα μείζονα ἃ ἐπέστελλες πέμπειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION