호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεδιὼσ δὲ λέγω ταῦτα, ὅτι ὑπὲρ ἀνθρώπου δόξαν ἀποφαίνομαι, οὐ φαύλου ζῴου ἀλλ’ εὐμεταβόλου, πλὴν πάνυ ὀλίγων τινῶν καὶ εἰσ ὀλίγα· ἐπεὶ καὶ περὶ τούτου φοβούμενοσ καὶ ἀπιστῶν ἐσκόπουν αὐτόσ τε ἐντυγχάνων καὶ ἐπυνθανόμην τῶν πολιτῶν αὐτοῦ, καὶ οὐδεὶσ οὐδὲν φλαῦρον ἔλεγεν τὸν ἄνδρα. σκόπει δὲ καὶ αὐτὸσ καὶ εὐλαβοῦ. μάλιστα μὲν οὖν, ἂν καὶ ὁπωστιοῦν σχολάζῃσ, μάνθανε παρ’ αὐτοῦ καὶ τἆλλα φιλοσόφει·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기