호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἦ που πολλά, ὦ Διονύσιε, εἰς σοφίαν ὠφελῇ ὑπὸ Πλάτωνος:? σὺ δ εἶπες: "καὶ εἰς ἄλλα πολλά, ἐπεὶ καὶ ἀπ αὐτῆς τῆς μεταπέμψεως, ὅτι μετεπεμψάμην αὐτόν, δι αὐτὸ τοῦτο εὐθὺς ὠφελήθην. " τοῦτ οὖν διασωστέον, ὅπως ἂν αὐξάνηται ἀεὶ ἡμῶν ἡ ἀπ ἀλλήλων ὠφελία. καὶ ἐγὼ νῦν τοῦτ αὐτὸ παρασκευάζων, τῶν τε Πυθαγορείων πέμπω σοι καὶ τῶν διαιρέσεων, καὶ ἄνδρα, ὥσπερ ἐδόκει ἡμῖν τότε, ᾧ γε σὺ καὶ Ἀρχύτης, εἴπερ ἥκει παρά σε Ἀρχύτης, χρῆσθαι δύναισθ ἄν. ἔστι δὲ ὄνομα μὲν Ἑλίκων, τὸ δὲ γένος ἐκ Κυζίκου, μαθητὴς δὲ Εὐδόξου καὶ περὶ πάντα τὰ ἐκείνου πάνυ χαριέντως ἔχων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기