호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.? τὰ μὲν παρὰ σοῦ ἐλθόνθ ὑπομνήματα θαυμαστῶς ὡς ἅσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν εἶναι ὁ ἀνὴρ ἄξιος ἐκείνων τῶν πάλαι προγόνων:
λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μύριοι εἶναι - οὗτοι δ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξαναστάντων Τρώων - ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος δηλοῖ.
τὰ δὲ παρ ἐμοὶ ὑπομνήματα, περὶ ὧν ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει, ὡς δέ ποτε τυγχάνει ἔχοντα, ἀπέσταλκά σοι: περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν, ὥστ οὐδὲν δεῖ παρακελεύεσθαι.
ἀντιλέγεται ὡς οὐ Πλάτωνος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기