Plato, Epistles, Letter 8 26:

(플라톤, Epistles, Letter 8 26:)

ἐπὶ δὲ τούτοισ σύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν ὑὸν χαρίτων ἕνεκα διττῶν, τῆσ τε παρ’ ἐμοῦ καὶ τῆσ παρὰ τοῦ ἐμοῦ πατρόσ ‐ ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δίσ, ὧν αὐτοὶ μάρτυρεσ ὑμεῖσ γεγόνατε ‐ δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταὐτὸν κεκτημένον ὄνομα, ὑὸν δὲ Διονυσίου, χάριν τῆσ τε δὴ νῦν βοηθείασ καὶ ὁσίου τρόπου·

SEARCH

MENU NAVIGATION