호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ γὰρ ἐν τοῖσ ἀποστόλοισ πλοίοισ ἐμβὰσ διενοούμην πλεῖν, τεθυμωμένοσ, πάσχειν τε οἰόμενοσ δεῖν, εἰ διακωλυοίμην, ὁτιοῦν, ἐπειδὴ περιφανῶσ ἠδίκουν μὲν οὐδέν, ἠδικούμην δέ· ὁ δὲ οὐδέν με τοῦ καταμένειν προσιέμενον ὁρῶν, μηχανὴν τοῦ μεῖναι τὸν τότε ἔκπλουν μηχανᾶται τοιάνδε τινά. τῇ μετὰ ταῦτα ἐλθὼν ἡμέρᾳ λέγει πρόσ με πιθανὸν λόγον· "ἐμοὶ καὶ σοὶ δίων," ἔφη, "καὶ τὰ Δίωνοσ ἐκποδὼν ἀπαλλαχθήτω τοῦ περὶ αὐτὰ πολλάκισ διαφέρεσθαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기