호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν δὴ πεπραγμένα μέχρι τούτου ταῦτ ἦν ἐν τῷ τότε χρόνῳ, τούτων δὲ οὕτω γενομένων, ἑωράκη τε ἐγὼ ἀκριβῶς τὴν ἐπιθυμίαν τὴν Διονυσίου φιλοσοφίας, ἀγανακτεῖν τε ἐξῆν εἴτε βουλοίμην εἴτε μή.? ἦν γὰρ θέρος ἤδη τότε καὶ ἔκπλοι τῶν νεῶν: ἐδόκει δὴ χαλεπαίνειν μὲν οὐ δεῖν ἐμὲ Διονυσίῳ μᾶλλον ἢ ἐμαυτῷ τε καὶ τοῖς βιασαμένοις ἐλθεῖν ἐμὲ τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ τὴν Σκύλλαν,ὄφρ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν,λέγειν δὲ πρὸς Διονύσιον ὅτι μοι μένειν ἀδύνατον εἰή Δίωνος οὕτω προπεπηλακισμένου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기