호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲν ἀκηκοὼσ ὅτ’ ἐπεδήμουν ἐγώ, ὅθεν ἅμα μὲν εἰσ ἐπιθυμίαν ᾔει τοῦ διακοῦσαι ἐναργέστερον, ἅμα δ’ ἡ φιλοτιμία κατήπειγεν αὐτόν ‐ δι’ ἃ δὲ οὐκ ἤκουσεν ἐν τῇ πρόσθεν ἐπιδημίᾳ, διεξήλθομεν ἐν τοῖσ ἄνω ῥηθεῖσιν νυνδὴ λόγοισ ‐ ἐπειδὴ δ’ οὖν οἴκαδέ τ’ ἐσώθην καὶ καλοῦντοσ τὸ δεύτερον ἀπηρνήθην, καθάπερ εἶπον νυνδή, δοκεῖ μοι Διονύσιοσ παντάπασιν φιλοτιμηθῆναι μή ποτέ τισιν δόξαιμι καταφρονῶν αὐτοῦ τῆσ φύσεώσ τε καὶ ἕξεωσ ἅμα καὶ τῆσ διαίτησ ἔμπειροσ γεγονώσ, οὐκέτ’ ἐθέλειν δυσχεραίνων παρ’ αὐτὸν ἀφικνεῖσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기