호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἕτοιμον γὰρ εἶναι τούτων γενομένων πολὺ μᾶλλον δουλώσασθαι Καρχηδονίουσ τῆσ ἐπὶ Γέλωνοσ αὐτοῖσ γενομένησ δουλείασ, ἀλλ’ οὐχ ὥσπερ νῦν τοὐναντίον ὁ πατὴρ αὐτοῦ φόρον ἐτάξατο φέρειν τοῖσ βαρβάροισ. ταῦτα ἦν τὰ λεγόμενα καὶ παρακελευόμενα ὑφ’ ἡμῶν τῶν ἐπιβουλευόντων Διονυσίῳ, ὡσ πολλαχόθεν ἐχώρουν οἱ τοιοῦτοι λόγοι, οἳ δὴ καὶ κρατήσαντεσ παρὰ Διονυσίῳ ἐξέβαλον μὲν Δίωνα, ἡμᾶσ δ’ εἰσ φόβον κατέβαλον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기