Plato, Epistles, Letter 7 61:

(플라톤, Epistles, Letter 7 61:)

αὐτῷ συνεβεβήκει οὕτωσ, ἀνομιλήτῳ μὲν παιδείασ, ἀνομιλήτῳ δὲ συνουσιῶν τῶν προσηκουσῶν γεγονέναι, πρῶτον . . . ἔπειτα ταύτῃ ὁρμήσαντα φίλουσ ἄλλουσ αὑτῷ τῶν οἰκείων ἅμα καὶ ἡλικιωτῶν καὶ συμφώνουσ πρὸσ ἀρετὴν κτήσασθαι, μάλιστα δ’ αὐτὸν αὑτῷ, τούτου γὰρ αὐτὸν θαυμαστῶσ ἐνδεᾶ γεγονέναι, λέγοντεσ οὐκ ἐναργῶσ οὕτωσ ‐ οὐ γὰρ ἦν ἀσφαλέσ ‐ αἰνιττόμενοι δὲ καὶ διαμαχόμενοι τοῖσ λόγοισ ὡσ οὕτω μὲν πᾶσ ἀνὴρ αὑτόν τε καὶ ἐκείνουσ ὧν ἂν ἡγεμὼν γίγνηται σώσει, μὴ ταύτῃ δὲ τραπόμενοσ τἀναντία πάντα ἀποτελεῖ·

SEARCH

MENU NAVIGATION