호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤμυνον μὲν οὖν καθ’ ὅσον ἠδυνάμην, σμικρὰ δ’ οἱο͂́σ τ’ ἦ, μηνὶ δὲ σχεδὸν ἴσωσ τετάρτῳ Δίωνα Διονύσιοσ αἰτιώμενοσ ἐπιβουλεύειν τῇ τυραννίδι, σμικρὸν εἰσ πλοῖον ἐμβιβάσασ, ἐξέβαλεν ἀτίμωσ. οἱ δὴ Δίωνοσ τὸ μετὰ τοῦτο πάντεσ φίλοι ἐφοβούμεθα μή τινα ἐπαιτιώμενοσ τιμωροῖτο ὡσ συναίτιον τῆσ Δίωνοσ ἐπιβουλῆσ· περὶ δ’ ἐμοῦ καὶ διῆλθε λόγοσ τισ ἐν Συρακούσαισ, ὡσ τεθνεὼσ εἰήν ὑπὸ Διονυσίου τούτων ὡσ πάντων τῶν τότε γεγονότων αἴτιοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기