호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐγὼ εἶπον ὅτι τοῦτο εἰ φαίνοιτό σοι οὕτως ἔχειν, πολλῶν ἂν εἰής λόγων ἐμὲ ἀπολελυκώς.? οὐ μὴν ἄλλῳ γέ ποτ ἔφην ἐντετυχηκέναι τοῦθ ηὑρηκότι, ἀλλὰ ἡ πολλή μοι πραγματεία περὶ τοῦτ εἰή: σὺ δὲ ἴσως μὲν ἀκούσας του, τάχα δ ἂν θείᾳ μοίρᾳ κατὰ τοῦθ ὁρμήσας, ἔπειτα αὐτοῦ τὰς ἀποδείξεις ὡς ἔχων βεβαίως οὐ κατέδησας, ἀλλ ᾄττει σοι τοτὲ μὲν οὕτως, τοτὲ δὲ ἄλλως περὶ τὸ φανταζόμενον, τὸ δὲ οὐδέν ἐστιν τοιοῦτον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기