- 텍스트

Plato, Epistles, Letter 2 18:

(플라톤, Epistles, Letter 2 18:)

τὸ δὲ σφαιρίον οὐκ ὀρθῶς ἔχει:? δηλώσει δέ σοι Ἀρχέδημος, ἐπειδὰν ἔλθῃ. καὶ δὴ καὶ περὶ τοῦδε, ὃ δὴ τούτου τιμιώτερόν τ ἐστὶν καὶ θειότερον, καὶ μάλα σφόδρ αὐτῷ δηλωτέον, ὑπὲρ οὗ σὺ πέπομφας ἀπορούμενος. φῂς γὰρ δὴ κατὰ τὸν ἐκείνου λόγον, οὐχ ἱκανῶς ἀποδεδεῖχθαί σοι περὶ τῆς τοῦ πρώτου φύσεως. φραστέον δή σοι δι αἰνιγμῶν, ἵν ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION