- 텍스트

Lucian, Dialogi meretricii, Κοχλὶς καὶ Παρθενὶς.? 2:

(루키아노스, Dialogi meretricii, Κοχλὶς καὶ Παρθενὶς. 2:)

ἐμάνη ὁ ἄνθρωπος ἢ μέθη τις ἦν καὶ παροινία τὸ πρᾶγμα· ζηλοτυπία τις, ὦ Κοχλί, καὶ ἔρως ἔκτοπος: ἡ Κροκάλη δέ, οἶμαι, δύο τάλαντα αἰτήσασα, εἰ βούλεται μόνος ἔχειν αὐτήν, ἐπεὶ μὴ ἐδίδου ὁ Δεινόμαχος, ἐκεῖνον μὲν ἀπέκλεισεν ἥκοντα προσαράξασά γε αὐτῷ τὰς θύρας, ὡς ἐλέγετο, τὸν Γόργον δὲ Οἰνοέα τινά γεωργὸν εὔπορον ἐκ πολλοῦ ἐρῶντα καὶ χρηστὸν ἄνθρωπον προσ2ιεμένη ἔπινε μετ᾿ αὐτοῦ κἀμὲ παρέλαβεν αὐλήσουσαν παῤ αὐτοῖς. ἤδη δὲ προχωροῦντος τοῦ πότου ἐγὼ μὲν ὑπέκρεκόν τι τῶν Λυδίων. ὁ γεωργὸς δὲ ἤδη ἀνίστατο ὀρχησόμενος, ἡ Κροκάλη δὲ ἐκρότει, καὶ πάντα ἦν ἡδέα: ἐν τοσούτῳ δὲ κτύπος ἠκούετο καὶ βοὴ καὶ ἡ αὔλειος ἠράσσετο, καὶ μετὰ μικρὸν ἐπεισέπαισαν ὅσον ὀκτὼ νεανίσκοι μάλα καρτεροὶ καὶ ὁ Μεγαρεὺς ἐν αὐτοῖς. εὐθὺς οὖν ἀνετέτραπτο πάντα καὶ ὁ Γόργος, ὥσπερ ἔφην, ἐπαίετο καὶ ἐπατεῖτο χαμαὶ κείμενος: ἡ Κροκάλη δὲ οὐκ οἶδ᾿ ὅπως ἔφθη ὑπεκφυγοῦσα παρὰ τὴν γείτονα Θεσπιάδα: ἐμὲ δὲ ῥαπίσας ὁ Δεινόμαχος, Ἐκφθείρου, φησί, κατεαγότας μοι τοὺς αὐλοὺς προσρίψας. καὶ νῦν ἀποτρέχω φράσουσα ταῦτα τῷ δεσπότῃ: ἀπέρχεται δὲ καὶ ὁ γεωργὸς ὀψόμενός τινας φίλους τῶν ἀστικῶν, οἳ παραδώσουσι τοῖς πρυτανεῦσι τὸν Μεγαρέα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION