호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη. ἔγωγε οὖν ἄπειμι. διπλάσιον ἀπόλαβε τὸ μίσθωμα. οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν. μὴ δέδιθι, ὦ Ὑμνί: ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω. ἀλλ᾿ ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ. εἶτ᾿ ἐγὼ τοιοῦτον ἄνδρα περιβαλῶ καὶ φιλήσω· μή, ὦ Χάριτες, γένοιτο: οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου. καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν. ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου. τί οἰεί, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ θεασαίμην καὶ κειμένους τοὺς νεκρούς· ἐκθανεῖν γάρ μοι δοκῶ, ἣ οὐδ᾿ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον. οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ· ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν. ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας Λημνιάδας ἢ Δαναϊ´δας εὑρ´οις: ἐγὼ δ᾿ ἀποτρέχω παρὰ τὴν μητέρα, ἑώς ἔτι ἡμέρα ἐστίν. ἕπου καὶ σύ, ὦ Γραμμί: σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기