- 텍스트

Lucian, Dialogi meretricii, Ιὄεσσα καὶ Πυθίας και Λυσιάς.? 4:

(루키아노스, Dialogi meretricii, Ιὄεσσα καὶ Πυθίας και Λυσιάς. 4:)

τί ἐρεῖς, ὦ Δάματερ· ἀγωνιῶ γάρ. ἐπειδὴ δὲ οὐχ ἑώρων τὸ ᾆσθμα ἕν, τὸ μὲν πρῶτον ᾤμην τὴν Λυδὴν αὐτῇ συγκαθεύδειν: τὸ δ᾿ οὐκ ἦν, ὦ Πυθιάς, ἀλλ᾿ ἐφαψάμενος εὑρ῀ον ἀγένειόν τινα πάνυ ἁπαλόν, ἐν χρῷ κεκαρμένον, μύρων καὶ αὐτὸν ἀποπνέοντα. τοῦτο ἰδὼν εἰ μὲν καὶ ξίφος ἔχων ἦλθον, οὐκ ἂν ὤκνησα, εὖ ἴστε. τί γελᾶτε, ὦ Πυθιάς· γέλωτος ἄξια δοκῶ σοι διηγεῖσθαι· τοῦτό σε, ὦ Λυσία, λελύπηκεν· ἡ Πυθιὰς αὕτη μοι συνεκάθευδε. μὴ λέγε, ὦ Ιὄεσσα, πρὸς αὐτόν. τί μὴ λέγω· Πυθιὰς ἦν, φίλτατε, μετακληθεῖσα ὑπ᾿ ἐμοῦ, ὡς ἅμα καθεύδοιμεν: ἐλυπούμην γὰρ σὲ μὴ ἔχουσα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION