- 텍스트

Lucian, Dialogi meretricii, Ιὄεσσα καὶ Πυθίας και Λυσιάς.? 3:

(루키아노스, Dialogi meretricii, Ιὄεσσα καὶ Πυθίας και Λυσιάς. 3:)

οὐχὶ ταύτης ἕνεκεν, ὦ Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδ᾿ ἂν προσβλέψαιμι ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, ἄτεγκτος ὁ Λυσίας ἐστίν. ἀμέλει καὶ ἔλεγον, ὦ Λυσία. φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ιὄεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ· Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί. πότε δ᾿ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας· ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δἴ, ἕκτην γε, δευτέρᾳ ἱσταμένου: τὸ τήμερον δὲ ἑβδόμη ἐστίν. ὁ πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ ἀνοίγειν: ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ᾗ ταπεινότατον ἦν, ἀναδέξασθαί με ἐπὶ τῶν νώτων: ῥᾷον γὰρ οὕτως ἀναβήσεσθαι ἔμελλον. τί ἂν μακρὰ λέγοιμι· ὑπερέβην, ἧκον, τὴν αὔλειον εὑρ῀ον ἀποκεκλεισμένην ἐπιμελῶς: μέσαι γὰρ νύκτες ἦσαν. οὐκ ἔκοψα δ᾿ οὖν, ἀλλ᾿ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτ᾿ ἐπεποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισῆλθον ἀψοφητί. ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώμενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION