호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα οὖν τίνος ἕνεκα ποιεῖς· τί σε ἢ μέγα ἢ μικρὸν ἠδίκησα, ἢ ἐλύπησα ἐγώ· τίνα ἕτερον εἶδον· οὐ πρὸς μόνον σὲ ζῶ· οὐ μέγα, ὦ Λυσία, τοῦτο ποιεῖς γύναιον ἄθλιον λυπῶν μεμηνὸς ἐπὶ σοί· ἔστι τις θεὸς ἡ Ἀδράστεια καὶ τὰ τοιαῦτα ὁρᾷ: σὺ δέ ποτε λυπήσῃ τάχα, ἂν ἀκούσῃς τι περὶ ἐμοῦ, κειμένην με ἤτοι βρόχῳ ἐμαυτὴν ἀποπνίξασαν ἤ ἐς τὸ φρέαρ ἐπὶ κεφαλὴν ἐμπεσοῦσαν, ἢ ἕνα γέ τινα τρόπον εὑρήσω θανάτου, ὡς μηκέτ᾿ ἐνοχλοίην βλεπομένη. πομπεύσεις τότε ὡς μέγα καὶ λαμπρὸν ἔργον ἐργασάμενος. τί με ὑποβλέπεις καὶ πρίῃ τοὺς ὀδόντας· εἰ γάρ τι ἐγκαλεῖς, εἰπε, Πυθιὰς ἡμῖν αὕτη δικασάτω. τί τοῦτο· οὐδὲ ἀποκρινάμενος ἀπέρχῃ καταλιπών με· ὁρᾷς, ὦ Πυθιάς, οἱᾶ πάσχω ὑπὸ Λυσίου· ὢ τῆς ἀγριότητος, τὸ μηδὲ ἐπικλασθῆναι δακρυούσης: λίθος, οὐκ ἄνθρωπός ἐστι. πλὴν ἀλλ᾿ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, σύ, ὦ Ιὄεσσα, διέφθειρας αὐτὸν ὑπεραγαπῶσα καὶ τοῦτο ἐμφαίνουσα. ἐχρῆν δὲ μὴ πάνυ αὐτὸν ζηλοῦν: ὑπερόπται γὰρ αἰσθανόμενοι γίγνονται παὖ, ὦ τάλαινα, δακρύουσα, καὶ ἤν μοι πείθῃ, ἅπαξ ἢ δὶς ἀπόκλεισον ἐλθόντα: ὄψει γὰρ ἀνακαιόμενον αὐτὸν πάνυ καὶ ἀντιμεμηνότα ἀληθῶς. ἀλλὰ μηδ᾿ εἴπῃς, ἄπαγε. ἀποκλείσω Λυσίαν· εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας. ἀλλ᾿ ἐπανέρχεται αὖθις. ἀπολώλεκας ἡμᾶς, ὦ Πυθιάς: λεγούσης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기