- 텍스트

Lucian, Dialogi meretricii, Τρύφαινα καὶ Χαρμίδης.? 3:

(루키아노스, Dialogi meretricii, Τρύφαινα καὶ Χαρμίδης. 3:)

σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὁρ´κοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς· ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει: τὰ δὲ ἄλλα φενάκη βαθεῖα. περὶ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο· βίασαί ποτε καὶ γυμνὴν ἰδεῖν. οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν. εἰκότως: ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς αὐτῆς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἐοίκεν. ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών· ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα· ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παῤ ἐμοῦ λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθ᾿ ὧν λυπῆσαι καὶ αὐτὸς θέλων αὐτὴν σὲ παρείληφα. μὰ τὴν Ἀφροδίτην οὐκ ἄν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι 17%2 ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν. ἀλλ᾿ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἀλεκτρυών.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION