호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰπὲ τοὔνομα, ὦ Χαρμίδη. Φιλημάτιον, ὦ Τρύφαινα. ὁποτέραν λέγεις· δύο γάρ εἰσι: τὴν ἐκ Πειραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δάμυλλος ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν· ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνείλημμαι πρὸς αὐτῆς. οὐκοῦν δἰ ἐκείνην ἔκλαες· καὶ μάλα. πολύς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ· οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρῶτον εἶδον αὐτην. εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον καὶ ὅσα τοῦ σώματος φανερά, ἃ εἶδες Φιληματίου, καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη· καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν εἰς τὸν ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기