호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμἕ; ; ᾿ πάρειμι. τοὺς Θρᾷκας, ὦ Παρμένων: ὡπλισμένοι ῾; ; ᾿ ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι: ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παῤ ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν. ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ: σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας ἢ πόλεμον εἶδες· ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι. καὶ μὴν εἴσῃ μετ᾿ ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις. ἥκετε μόνον συσκευασάμενοι. ἐγὼ δὲ καὶ Τίβιος οὗτος - μόνος γὰρ οὗτος ἕπεταί μοι - βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχοισθε ἔχοιτε εἰδέναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기