- 텍스트

Lucian, Dialogi meretricii, Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων.? 2:

(루키아노스, Dialogi meretricii, Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων. 2:)

προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα: πρὸς δὲ σὲ οὐκ ἂν εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν. ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην: ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν· ἀεὶ γὰρ ἐμέμνητο ἡ κεκτημένη μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην. εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν. εἶτα ἑξῆς μετ᾿ οὐ πολὺ ἠρόμην ἐκεῖνα. ὁ δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν. οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν καταλαβεῖν· καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε. τὸ δ᾿ οὖν κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα: τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους. εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς. εἰάσα δ᾿ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ: ἀπέδραμον δέ σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο. εἰ γὰρ ἐλθὼν ὁ Πολέμων - ἥξει δὲ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους - ἀναπυθόμενος εὑρ´οι τὸν Φιλόστρατον ἔνδον παῤ ἡμῖν, τί οἰεί ποιήσειν αὐτόν·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION