- 텍스트

Lucian, Dialogi meretricii, Ἀμπελὶς καὶ Χρυσίς.? 2:

(루키아노스, Dialogi meretricii, Ἀμπελὶς καὶ Χρυσίς. 2:)

καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἰέσθαι σπουδάζεσθαί σε: οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλοτιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερασταί. καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν. ἀλλὰ δώσει: ζηλότυποι γὰρ καὶ μάλιστα λυπηθήσονται. οὐκ οἶδ᾿ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, ὦ Ἀμπελίδιον. οὔκ, ἀλλ᾿. ὡς οἶμαι, μεγάλοι ἔρωτες γίγνονται, εἰ πύθοιτο ἀμελεῖσθαι, εἰ δὲ πιστεύσει μόνος ἔχειν, ἀπομαραίνεταί πως ἡ ἐπιθυμία. ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἢ ἔλαττον οὖσα τυγχάνεις. εἰ βούλει δέ, καὶ διηγήσομαι ἃ ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν: ἤρα μου Δημόφαντος ὁ δανειστὴς ὁ κατόπιν οἰκῶν τῆς Ποικίλης. οὗτος οὐδεπώποτε πλέον τι πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι. ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ᾿ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION