호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν στρατιώτην ἐκεῖνον, Θαϊ´, τὸν Ἀκαρνᾶνα, ὅς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον· οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπ᾿ αὐτῷ πρότερον ἐμέμψατο, καίτοι φίλαι ἦτε. οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε μεθ᾿ ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο· ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι. Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπ᾿ ἐμοῦ ὑπελθοῦσα. καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεστι, Γοργόναν δὲ ἑταίραν πεποίηται· ναί, ὦ Θαϊ´, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο. πονηρὸν μέν ὦ Γλυκέριον, οὐκ ἀδόκητον δέ, ἀλλ᾿ εἰωθὸς γίγνεσθαι ὑφ᾿ ἡμῶν τῶν ἑταιρῶν. οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기