호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δ οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν τοὐναντίον πάντων ἀκούσεις λεγόντων "ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ τύχην εἶχον" 3. δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν "ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ: 3.
ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις, ἄδικον οὐδ ὅλως, φθονερὸν οὐ πάνυ ἢ περίεργον, ἐλεήμονα οἱ πλεῖστοι. τί οὖν τὸ αἴτιον·
τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δ ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι: τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δ ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου:
καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται. ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ καὶ ἐλεήμονι.
κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν, ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπ ἀκουσίῳ.
τὸ δ ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ τῷ ζηλοτύπῳ, ὡς οἰόνται, τοῦ ἀκουσίου: διὰ τοῦτο καὶ περὶ τούτου παρομολογοῦσιν. οὕτως τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθ ὅ τι λέγουσιν οὔθ ὅ τι ἔχουσιν κακὸν ἢ εἰ ἔχουσιν ἢ παρὰ τί ἔχουσιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον συνεχὲς " 3μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων·
τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ·
πῶς ἐμαυτῷ χρῶμαι· μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ· μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν πεπαίδευμαι· ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα·
ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος· ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δ οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος· " ἄνθρωπ, ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ, τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντετάραχας:
καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς τί ποτ ἐφλυάρησα τὰ ἐπελθόντα μοι· φθονῶν ἐλήλυθας, τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελφός·
"τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ·
2.
ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς. " Εἶτα λέγουσιν " 3οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς". τίς γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος· τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα, τίς συναισθησόμενος τίνων δεῖται·
τί οὖν θαυμάζετ, εἰ ἃ φέρετ εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν·
οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλ ἀντ αὐτῶν ληψόμενοι ἔρχεσθε. πόθεν·
τί οὖν ἔτι ἀγανακτεῖτε εἰ ἐφ ἃ πάρεστε, ταῦτα λαμβάνετε· οὐδ ἐγγύς. ἐκεῖνο γοῦν βλέπετε μᾶλλον, εἰ ἐφ ὃ ἔρχεσθε τοῦτο ὑμῖν γίνεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν· οὐ φλυαρότεροι γίνεσθε· οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια· οὐ συλλογισμοὺς ἀναλύετε, μεταπίπτοντας· οὐκ ἐφοδεύετε Ψευδομένου λήμματα, ὑποθετικούς· "ναί:
ἀλλ ἂν ἀποθάνῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ ἢ στρεβλοῦσθαι, τί με τὰ τ οιαῦτα ὠφελήσει· μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες, μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθησαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας·
ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ ἐφωδεύσατε· ποῦ ποτε·
εἶτα λέγετε "ἄχρηστα τὰ θεωρήματα". τίσιν· τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις, τὰ μαλάγματα δ οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι, ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι. ἄν μου πυνθάνῃ νῦν "χρήσιμοί εἰσιν οἱ συλλογισμοί·
ἐρῶ σοι ὅτι χρήσιμοι, κἂν θέλῃς, ἀποδείξω, πῶς. "ἐμὲ οὖν τι ὠφελήκασιν· ἄνθρωπε, μὴ γὰρ ἐπύθου, εἰ σοὶ χρήσιμοι, ἀλλὰ καθόλου· πυθέσθω μου καὶ ὁ δυσεντερικός, εἰ χρήσιμον ὄξος, ἐρῶ ὅτι χρήσιμον.
"ἐμοὶ οὖν χρήσιμον· ἐρῶ "οὔ". ζήτησον πρῶτον σταλῆναί σου τὸ ῥεῦμα, τὰ ἑλκύδρια ἀπουλωθῆναι. καὶ ὑμεῖς, ἄνδρες, τὰ ἕλκη πρῶτον θεραπεύετε, τὰ ῥεύματα ἐπιστήσατε, ἠρεμήσατε τῇ διανοίᾳ, ἀπερίσπαστον αὐτὴν ἐνέγκατε εἰς τὴν σχολήν: καὶ γνώσεσθε οἱάν ἰσχὺν ὁ λόγος ἔχει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기