호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν φιλοπωριστὴν Δημόκριτον ἤν που ἐφεύρῃς, ὤνθρωπ, ἄγγειλον τοῦτο τὸ κοῦφον ἔπος, ὡς ἡ λευκοόπωρος ἐγὼ καὶ ἐφώριος ἤδη κείνῳ συκοφορῶ τὰς ἀπύρους ἀκόλους:? σπευσάτω, οὐκ ὀχυρὴν γὰρ ἔχω στάσιν, εἴπερ ὀπώρην ἀβλήτου χρῄζει δρέψαι ἀπ ἀκρεμόνος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기