호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σάρδιες αἱ τὸ πάλαι Γύγου πόλις, αἳ τ Ἀλυάττου Σάρδιες, αἱ βασιλεῖ Περσὶς ἐν Ἀσιάδι, αἳ χρυσῷ τὸ παλαιὸν ἐπλινθώσασθε μέλαθρον, ὄλβον Πακτωλοῦ ῥεύματι δεξάμεναι:? νῦν δὴ ὅλαι δύστηνοι ἐς ἓν κακὸν ἁρπασθεῖσαι, ἐς βυθὸν ἐξ ἀχανοῦς χάσματος ἠρίπετε, Βοῦρα καὶ εἰς Ἑλίκην ^ κεκλυσμέναι: αἱ δ ἐνὶ χέρσῳ Σάρδιες ἐμβυθίαις εἰς ἓν ἔκεισθε τέλος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기