호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς θέτο μαρμαίροντα βοάγρια·? τίς δ ἀφόρυκτα δούρατα, καὶ ταύτας ἀρραγέας κόρυθας, ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον· οὐκ ἀπ ἐμῶν ῥίψει ταῦτά τις ὅπλα δόμων· ἀπτολέμων τάδ ἐοίκεν ἐν οἰνοπλῆξι τεράμνοις πλάθειν, οὐ θριγκῶν ἐντὸς Ἐνυαλίου. σκῦλά μοι ἀμφίδρυπτα, καὶ ὀλλυμένων ἅδε λύθρος ἀνδρῶν, εἴπερ ἔφυν ὁ βροτολοιγὸς Ἄρης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기