호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δειματόεις ἐλάφων κεραὸς λόχος, εὖτε κρυώδεις πλῆσαν ὀρῶν κορυφὰς χιόνεαι νιφάδες, δείλαιαι ποταμοῖσιν ἐφώρμισαν, ἐλπίδι φροῦδοι χλιῆναι νοτεροῖς ἄσθμασιν ὠκὺ γόνυ.? τὰς δὲ περιφράξας ἐχθρὸς ῥόος ἀθρόον ἄφνω χειμερίῃ στυγεροῦ δῆσε πάγοιο πέδῃ. πληθὺς δ ἀγροτέρων ἀλίνου θοινήσατο θήρης, ἣ φύγεν ἁρπεδόνην πολλάκι καὶ στάλικα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기