호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα:? πρῶτος μῆνιν ἔχει: δεύτερος οὐλομένην, καὶ μετὰ δ οὐλομένην, Δαναῶν πάλιν ἄλγεα πολλά: ὁ τρίτατος ψυχὰς εἰς Αἴδην κατάγει: τοῦ δὲ τεταρταίου τὰ ἑλώρια καὶ κύνες ἀργοί: καὶ χόλος ἐστὶ Διός. πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας, καὶ πέντε πτώσεις, μὴ μέγα πένθος ἔχειν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기