호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλαισιν ἔπαιζον κλήρῳ, τίς προτέρη βήσεται εἰς ἀίδην καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν ἐς μίαν:? ἡ δ ἐγέλα κλῆρον ὀφειλόμενον. ἐκ τέγεος γὰρ ἀέλπτον ἔπειτ ὤλισθε πέσημα δύσμορος, ἐς δ ἀίδην ἤλυθεν, ὡς ἔλαχεν. ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακὸν ἐς δὲ τὸ λῷον οὔτ εὐχαὶ θνητοῖς εὔστοχοι, οὔτε χέρες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기