- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 141

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 141)

κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ κείμενοι, ἀλλήλων νοῦσον ἀπεσκέδασαν.? ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης, καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους. πληγαὶ δ ἀμφοτέροις ἐγένοντ ἄκος, αἷς ὁ μὲν αὐτῶν ἔγρετο, τὸν δ ὕπνῳ πουλὺς ἔριψε κόπος.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION