- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 28

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 28)

οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων ἀγαθῶν ἀπεστέρηνται:? τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν:

πολλῷ γὰρπλείονα τὰ κακά. δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν.

ἀλλ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν.

διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ τὰ τῶν θεῶν δ ἔχοντες ἐπιμελούμεθα. ὅταν δὲ χρῄζως αὔτ ἀφαιροῦνται πάλιν. οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις , ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι.

"ἐπελάθου ὅτι ταῦτ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι·

": τοῦτο δὴ τοῖσθνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλ ἄδηλον πόθ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν·

ἀποθανεῖν.

εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ θαλέθοντι βίῳ βλάσταις τε τέκνων βριθομένα γλυκερὸν φάος ὁρῶσα τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. "ἄγαν :

ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα.

ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἐοίκε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν: περιέχεται τὸ μηδὲν ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ιὤν οὕτως τὸ γνῶθι σαυτὸν τοῦτ ἔπος μὲν οὐ μέγα, ἔργον δ ὅσον Ζεὺς μόνος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION