- 텍스트

Plutarch, Agesilaus, chapter 27

(플루타르코스, Agesilaus, chapter 27)

ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος:? ἐκ δὲ τούτου διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν. ἰατροῦ δέ τινος Συρακουσίου τὴν ὑπὸ τῷ σφυρῷ φλέβα σχάσαντος, αἱ μὲν ἀλγηδόνες ἔληξαν, αἵματος δὲ πολλοῦ φερομένου καὶ ῥέοντος ἀνεπισχέτως λιποψυχία πολλὴ καὶ κίνδυνος ὀξὺς ἀπ αὐτῆς περιέστη τὸν Ἀγησίλαον.

οὐ μὴν ἀλλὰ τότε γε τὴν φορὰν τοῦ αἵματος ἔπαυσε: καὶ κομισθεὶς εἰς Λακεδαίμονα πολὺν χρόνον ἔσχεν ἀρρώστως καὶ πρὸς τὰς στρατείας ἀδυνάτως. ἐν δὲ τῷ χρόνῳ τούτῳ πολλὰ συνέβη πταίσματα τοῖς Σπαρτιάταις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὧν ἦν τὸ περὶ Τεγύρας μέγιστον, ὅπου πρῶτον ἐκ παρατάξεως κρατηθέντες ὑπὸ Θηβαίων ἡττήθησαν.

ἔδοξεν οὖν πᾶσι θέσθαι πρὸς πάντας εἰρήνην: ἀνὴρ ἔνδοξος ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ, στρατηγίας δὲ πεῖραν οὔπω δεδωκώς.

οὗτος ὁρῶν τοὺς ἄλλους ἅπαντας ὑποκατακλινομένους τῷ Ἀγησιλάῳ, μόνος ἐχρήσατο φρονήματι παρρησίαν ἔχοντι, καὶ διεξῆλθε λόγον, οὐχ ὑπὲρ Θηβαίων, ἀλλὰ ὑπὲρ τῆς Ἑλλάδος ὁμοῦ κοινόν, τὸν μὲν πόλεμον ἀποδεικνύων αὔξοντα τὴν Σπάρτην ἐξ ὧν ἅπαντες οἱ λοιποὶ κακῶς πάσχουσι, τὴν δὲ εἰρήνην ἰσότητι καὶ τῷ δικαίῳ κτᾶσθαι κελεύων οὕτω γὰρ αὐτὴν διαμενεῖν, ἴσων ἁπάντων γενομένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION