- ξυλλεγέντες γὰρ καθ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια, οἱ μὲν ἡμῶν οὗπερ ἁρ´χων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα, οἱ δ ἐν ᾠδείῳ δικάζους, οἱ δὲ πρὸς τοῖς τειχίοις ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι. (Aristophanes, Wasps, Parabasis, antepirrheme4)
(아리스토파네스, Wasps, Parabasis, antepirrheme4)
- ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος ἕλκειν ἀπ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδ ᾠδεῖον ἀλλ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος. (Plutarch, De Recta Ratione Audiendi, chapter, section 8 4:1)
(플루타르코스, De Recta Ratione Audiendi, chapter, section 8 4:1)
- καὶ ταῦτ ἔπραξεν, ὦ ἄνδρες δικασταί, οἰκῶν μὲν Ἀθήνησιν, οὔσης δ αὐτῷ γυναικὸς ἐνθάδε καὶ παίδων, τῶν δὲ νόμων τὰ ἔσχατα ἐπιτίμια προτεθηκότων, εἴ τις οἰκῶν Ἀθήνησιν ἄλλοσέ ποι σιτηγήσειεν ἢ εἰς τὸ Ἀττικὸν ἐμπόριον, ἔτι δ ἐν τοιούτῳ καιρῷ, ἐν ᾧ ὑμῶν οἱ μὲν ἐν τῷ ἄστει οἰκοῦντες διεμετροῦντο τὰ ἄλφιτα ἐν τῷ ᾠδείῳ, οἱ δ ἐν τῷ Πειραιεῖ ἐν τῷ νεωρίῳ ἐλάμβανον κατ ὀβολὸν τοὺς ἄρτους καὶ ἐπὶ τῆς μακρᾶς στοᾶς τὰ ἄλφιτα, καθ ἡμίεκτον μετρούμενοι καὶ καταπατούμενοι. (Demosthenes, Speeches 31-40, 53:1)
(데모스테네스, Speeches 31-40, 53:1)
- ἐπεὶ δὲ παρὰ τὸ προπύλαιον τοῦ Διονύσου ἦν, ὁρᾶν ἀνθρώπους πολλοὺς ἀπὸ τοῦ ᾠδείου καταβαίνοντας εἰς τὴν ὀρχήστραν: (Andocides, Speeches, 71:4)
(안도키데스, 연설, 71:4)
- οὐθεὶς γοῦν, ἐὰν ὑπολάβῃ νύκτωρ Ἀθήνῃσιν εἶναι ὢν ἐν Λιβύῃ, πορεύεται εἰς τὸ ᾠδεῖον. (Aristotle, Metaphysics, Book 4 156:1)
(아리스토텔레스, 형이상학, Book 4 156:1)
- ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδημείᾳ, τὴν Στοὰν τὸ Παλλάδιον τὸ Ὠδεῖον. (Plutarch, De exilio, section 143)
(플루타르코스, De exilio, section 143)
- καὶ Ἀριστίων αὐτοῖς συνέφυγεν, ἐμπρήσας τὸ ᾠδεῖον, ἵνα μὴ ἑτοίμοις ξύλοις αὐτίκα ὁ Σύλλας ἔχοι τὴν ἀκρόπολιν ἐνοχλεῖν. (Appian, The Foreign Wars, chapter 6 1:7)
(아피아노스, The Foreign Wars, chapter 6 1:7)
- ἄρτι δ αὐτοῦ παριέναι μέλλοντος εἰς τὸ ᾠδεῖον τὸ πρὸς τῷ λιμένι καὶ διατριβὴν αὐτόθι καθισταμένου, εἴτε δὴ κατὰ ψήφισμα εἴτε καὶ οὐκ οἶδ ὅπη, ἐμοὶ δ ὄναρ γίγνεται. (Aristides, Aelius, Orationes, 7:9)
(아리스티데스, 아일리오스, 연설, 7:9)