ῥινόν?
Noun;
자동번역
Transliteration: rhinon
Principal Part:
ῥινόν
ῥινοῦ
- τὸν μὲν ἔπειτ εἰάσε Διὸς ταλακάρδιος υἱός, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας, δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας, ὅς τε μάλ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα: (Hesiod, Shield of Heracles, Book Sh. 39:1)
- Ῥινὸν τρηχὺν καὶ πάχιστον, ὀχθώδεας Ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας , ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 358)
- διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίαν · ὄχθοι ἐπανιστάμενοι, ἄλλοι παρ ἄλλους ξυνεχέες μὲν οὐδέκω, παχέες δὲ καὶ τρηχέες, καὶ τὸ μεσηγὺτῶν ὄχθων ἔρρηκται, ὅκως τὸν Ῥινὸν ἐλέφας. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 373)
- ἐπεὶ δὲ ἔτι ἐν σπέρματι ἡ δύναμις ἦν, ἐκηροπλάστεεν αὖθις, ὅκως ἐκ γενετῆς, τὸν ἄνθρωπον ἡ φύσις· ἐξέθρεψε μὲν ἄλλας κόμας καὶ ὄνυχας νέους καὶ σάρκα καθαρὴν, καὶ ἐξέδυ μὲν τὸν παλαιὸν Ῥινὸν, ὡς γῆρας ἑρπετοῦ· ἐπανεκλήθη δὲ ἐς φῦμα ζωῆς, ὅκως ἄλλος ἄνθρωπος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 395)
- εἴσατο δ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ. (Homer, Odyssey, Book 5 26:10)