- "ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. (Plutarch, Quaestiones Convivales, book 8, 18:1)
(플루타르코스, Quaestiones Convivales, book 8, 18:1)
- ἐπῆγεν οὖν θᾶττον, ὠθῶν τοὺς πρὸ αὐτοῦ τῶν ἱππέων δυσοδοῦντας ἐν τοῖς ὀχετοῖς, ὧν ἡ πόλις ἐστὶ μεστή, καὶ κινδυνεύοντας, ἦν δὲ καὶ ἀσάφεια πολλὴ τῶν δρωμένων καὶ παραγγελλομένων ἐν νυκτομαχίᾳ, καὶ πλάναι καὶ διασπασμοὶ περὶ τοὺς στενωπούς, καὶ στρατηγίας οὐδὲν ἔργον ὑπὸ σκότους καὶ βοῆς ἀκρίτου καὶ στενότητος, ἀλλὰ διέτριβον ἄλλως περιμένοντες ἀμφότεροι τὴν ἡμέραν. (Plutarch, chapter 32 3:1)
(플루타르코스, chapter 32 3:1)
- Καὶ Σκιπίων μὲν περὶ ταῦτα ἦν, Ἀσδρούβας δέ, ὁ στρατηγὸς ὁ Καρχηδονίων, ἐν μὲν τῇ νυκτομαχίᾳ μεθ ἱππέων πεντακοσίων, τετρωμένος, ἐς Ἀνδὰν κατέφυγεν, ἔνθα μισθοφόρους τέ τινας ἐκ τῆς μάχης ἐκπεσόντας καὶ Νομάδας συνέλεγε, καὶ δούλους ἐς ἐλευθερίαν συνεκάλει: (Appian, The Foreign Wars, chapter 4 6:1)
(아피아노스, The Foreign Wars, chapter 4 6:1)
- ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες. (Pausanias, Description of Greece, , chapter 18 6:2)
(파우사니아스, Description of Greece, , chapter 18 6:2)
- Λέσχεως δὲ τετρωμένον τὸν Ἑλικάονα ἐν τῇ νυκτομαχίᾳ γνωρισθῆναί τε ὑπὸ Ὀδυσσέως καὶ ἐξαχθῆναι ζῶντα ἐκ τῆς μάχης φησίν. (Pausanias, Description of Greece, , chapter 26 12:1)
(파우사니아스, Description of Greece, , chapter 26 12:1)
- μὴ γὰρ ὥσπερ ἐν νυκτομαχίᾳ τῶν φίλων ἁπτώμεθα. (Aristides, Aelius, Orationes, 52:14)
(아리스티데스, 아일리오스, 연설, 52:14)